Σάββατο 23 Απριλίου 2011

Μεγάλο Σάββατο


Υπόμνημα Τριωδίου:

«Τῶ Αγίω καὶ Μεγάλω Σαββάτω,
τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς Ἄδου Κάθοδον
τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν
δι’ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν,
πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε».

Στίχοι:


Μάτην φυλάττεις τὸν τάφον,κουστωδία.
Οὗ γὰρ καθέξει τύμβος αὐτοζωίαν.
Τὴ ἀνεκφράστω σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἠμῶν, ἐλέησον ἠμας Ἀμήν.

Κοντάκιον

«Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται,

καὶ σμύρνη καὶ σινδόνι ἐνειλημμένος, ἐν μνημείῳ κατατίθεται,

ὡς θνητὸς ὁ ἀθάνατος.

Γυναῖκες δὲ αὐτὸν ἦλθον μυρίσαι, κλαίουσαι πικρῶς καὶ ἐκβοῶσαι.

Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον,

ἐν ὧ, Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος».

Ὁ Οἶκος

«Ὁ συνέχων τὰ πάντα ἐπὶ σταυροῦ ἀνυψώθη,

καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις,

τοῦτον βλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου,

ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, καὶ τὸ φέγγος οἱ ἀστέρες ἀπεβάλλοντο,

ἡ γῆ δὲ σὺν πολλῷ τῶ φόβω συνεκλονεῖτο,

ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διερρήγνυντο,

μνημεῖα δὲ πολλὰ ἠνεώχθησαν, καὶ σώματα ἡγέρθησαν ἁγίων Ἀνδρῶν.

Ἅδης κάτω στενάζει,

καὶ Ἰουδαῖοι σκέπτονται συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν,

τὰ δὲ Γύναια κράζουσι.

Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον,

ἐν ὧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος».


Απολυτίκιον. Ήχος πλ. δ΄

-«Ὁ εὐσχήμων Ἰωσήφ,

ἀπὸ τοῦ ξύλου καθελῶν τὸ ἄχραντόν σου Σῶμα,

σινδόνι καθαρά, εἰλήσας καὶ ἀρώμασιν,

ἐν μνήματι καινῶ κηδεύσας ἀπέθετο».


-«Ὅτε κατῆλθες πρὸς τὸν θάνατον,

ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας,

τὴ ἀστραπὴ τῆς θεότητος,

ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας,

πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον.

Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι».


-«Ταὶς Μυροφόροις Γυναιξί,

παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα.

Τὰ μύρα τοὶς θνητοὶς ὑπάρχει ἁρμόδια,

Χριστὸς δὲ διαφθορὰς ἐδείχθη ἀλλότριος».

http://aerapatera.wordpress.com/2011/04/23/%CE%BC%CE%B5%CE%B3%CE%AC%CE%BB%CE%BF-%CF%83%CE%AC%CE%B2%CE%B2%CE%B1%CF%84%CE%BF/
......................................................................................................................................................................

Δεν υπάρχουν σχόλια: